Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.10 Joseph. AJ 13.15 (English) >>Joseph. AJ 13.20

13.13 δὲ παρορμήσας τοὺς ἑταίρους καὶ περὶ τῶν ψυχῶν αὐτοῖς εἶναι τὸν κίνδυνον εἰπὼν μέσοις ἀπειλημμένοις τοῦ τε ποταμοῦ καὶ τῶν πολεμίων ὡς φυγὴν οὐκ ἔχουσιν, οἱ μὲν γὰρ ἔμπροσθεν ἐπῄεσαν ποταμὸς δʼ ἦν κατόπιν αὐτῶν, εὐξάμενος δὲ καὶ τῷ θεῷ νίκην αὐτοῖς παρασχεῖν συνάπτει τοῖς πολεμίοις. 13.14ὧν πολλοὺς καταβαλὼν ἐπεὶ τολμηρῶς εἶδεν ἐπερχόμενον αὐτῷ τὸν Βακχίδην, ἐξέτεινε τὴν δεξιὰν ὡς πλήξων αὐτόν. τοῦ δὲ προϊδομένου καὶ τὴν πληγὴν ἐκκλίναντος ἀποπηδήσας μετὰ τῶν ἑταίρων εἰς τὸν ποταμὸν διενήξατο, καὶ τοῦτον διασώζονται τὸν τρόπον εἰς τὸ πέραν τοῦ Ἰορδάνου, τῶν πολεμίων οὐκέτι τὸν ποταμὸν ἀντιδιαβάντων ὑποστρέψαντος εὐθὺς τοῦ Βακχίδου εἰς τὴν ἐν Ἱεροσολύμοις ἄκραν. 13.15ἀπέβαλεν δὲ τῆς στρατιᾶς ὡς περὶ δισχιλίους. πολλὰς δὲ τῆς Ἰουδαίας καταλαβόμενος πόλεις Βακχίδης ὠχύρωσεν, καὶ τὴν Ἱεριχοῦντα καὶ Ἀμμαοῦν καὶ Βαιθωροῦν καὶ Βέθηλα καὶ Θαμναθὰ καὶ Φαραθὼ καὶ Τοχόαν καὶ Γάζαρα, 13.16καὶ πύργους ἐν ἑκάστῃ τῶν πόλεων οἰκοδομήσας καὶ τείχη περιβαλὼν αὐταῖς καρτερὰ καὶ τῷ μεγέθει διαφέροντα δύναμιν εἰς αὐτὰς κατέστησεν, ὅπως κακοῦν ἐκεῖθεν ὁρμώμενοι τοὺς Ἰουδαίους ἔχωσιν. 13.17μάλιστα δὲ τὴν ἐν Ἱεροσολύμοις ἄκραν ὠχύρωσεν. λαβὼν δὲ καὶ τοὺς τῶν πρώτων τῆς Ἰουδαίας παῖδας ὁμήρους εἰς τὴν ἄκραν αὐτοὺς ἐνέκλεισεν καὶ τοῦτον ἐφύλαττεν τὸν τρόπον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.10 Joseph. AJ 13.15 (English) >>Joseph. AJ 13.20

Powered by PhiloLogic